Description of Greece (Megalopolis: Sanctuary of Lykaian Zeus)

Author Pausanias
Subject Geography or Building Descriptions

Pausanias, Description of Greece, 8.30.2,3 & 8 (8.30.2, 8.30.3, 8.30.8) from The Perseus Digital Library.

The river Helisson divides Megalopolis just as Cnidus and Mitylene are cut in two by their straits, and in the north section, on the right as one looks down the river, the townsfolk have made their market-place. In it is an enclosure of stones and a sanctuary of Lycaean Zeus, with no entrance into it. The things inside, however, can be seen —altars of the god, two tables, two eagles, and an image of Pan made of stone.
His surname is Sinoeis, and they say that Pan was so surnamed after a nymph Sinoe, who with others of the nymphs nursed him on her own account. There is before this enclosure a bronze image of Apollo worth seeing, in height twelve feet, brought from Phigalia as a contribution to the adornment of Megalopolis.
In the marketplace of that city, behind the enclosure sacred to Lycaean Zeus, is the figure of a man carved in relief on a slab, Polybius, the son of Lycortas.

Greek Text

διαιροῦντος δὲ τὴν Μεγάλην πόλιν τοῦ ποταμοῦ τοῦ Ἑλισσόντος, καθὰ δὴ καὶ Κνίδον καὶ Μιτυλήνην δίχα οἱ εὔριποι νέμουσιν, ἐν μέρει τῷ πρὸς ἄρκτους, δεξιῷ δὲ κατὰ τὸ μετέωρον τοῦ ποταμοῦ, πεποίηταί σφισιν ἀγορά. περίβολος δέ ἐστιν ἐν ταύτῃ λίθων καὶ ἱερὸν Λυκαίου Διός, ἔσοδος δὲ ἐς αὐτὸ οὐκ ἔστι: τὰ γὰρ ἐντός ἐστι δὴ σύνοπτα, βωμοί τέ εἰσι τοῦ θεοῦ καὶ τράπεζαι δύο καὶ ἀετοὶ ταῖς τραπέζαις ἴσοι καὶ ἄγαλμα Πανὸς λίθου πεποιημένον:
ἐπίκλησις δὲ Σινόεις ἐστὶν αὐτῷ, τήν τε ἐπίκλησιν γενέσθαι τῷ Πανὶ ἀπὸ νύμφης Σινόης λέγουσι, ταύτην δὲ σὺν ἄλλαις τῶν νυμφῶν καὶ ἰδίᾳ γενέσθαι τροφὸν τοῦ Πανός. ἔστι δὲ πρὸ τοῦ τεμένους τούτου χαλκοῦν ἄγαλμα Ἀπόλλωνος θέας ἄξιον, μέγεθος μὲν ἐς πόδας δώδεκα, ἐκομίσθη δὲ ἐκ τῆς Φιγαλέων συντέλεια ἐς κόσμον τῇ Μεγάλῃ πόλει.
Μεγαλοπολίταις δὲ ἐπὶ τῆς ἀγορᾶς ἐστιν ὄπισθεν τοῦ περιβόλου τοῦ ἀνειμένου τῷ Λυκαίῳ Διὶ ἀνὴρ ἐπειργασμένος ἐπὶ στήλῃ, Πολύβιος Λυκόρτα: