Orestes (Location in Parrhasia)

Author Euripides
Subject Geography or Building Descriptions

Scholion to Euripides, Orestes, 1646

Pelasgos... bore a son, Lykaon, who founded the shrine of Lykaian Zeus in Parrhasia.

Greek Text

Πελασγὸς [αὐτόχθων] ὁ Ἀργεῖος ὁ τοῦ Ἀρέστορος τοῦ Ἰάσου ἐλθὼν εἰς
Ἀρκαδίαν θηριώδεις ὄντας τοὺς ἀνθρώπους εἰς τὸ ἡμερώτερον μετέβαλε καὶ
πόλιν ἔκτισεν, ἣν Παρρασίαν ὠνόμασεν. γυναῖκα δὲ ἀγαγόμενος ἐπιχωρίαν
Κυλλήνην, ἀφ’ ἧς τὸ ὄρος οὕτως καλεῖται, υἱὸν ἔσχε Λυκάονα, ὃς τὸ τοῦ
Λυκαίου Διὸς ἱερὸν εἵσατο ἐν Παρρασίᾳ καὶ παῖδα ἐσχηκὼς ἐξ Ὀρθωσίας
Νύκτιμον τὴν ἀρχὴν αὐτῷ καταλείπει, ἐφ’ οὗ ὁ κατακλυσμὸς ἐγένετο.